Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.341 Joseph. BJ 6.347 (English) >>Joseph. BJ 6.353

6.345ὑμᾶς παύσασθαι πρὸ πολέμου παρεκάλουν, μέχρι πολλοῦ πολεμούντων ἐφειδόμην, δεξιὰς αὐτομόλοις ἔδωκα, καταφυγοῦσι πίστεις ἐτήρησα, πολλοὺς αἰχμαλώτους ἠλέησα, τοὺς ἐπείγοντας βασανίσας ἐκόλασα; τείχεσιν ὑμετέροις μηχανὰς ἄκων προσήγαγον, ἀεὶ φονῶντας τοὺς στρατιώτας ἐφʼ ὑμῖν κατέσχον, καθʼ ἑκάστην νίκην ὡς ἡττώμενος ὑμᾶς εἰς εἰρήνην προυκαλεσάμην. 6.346τοῦ ἱεροῦ πλησίον γενόμενος πάλιν ἑκὼν ἐξελαθόμην τῶν τοῦ πολέμου νόμων, φείσασθαι δὲ παρεκάλουν τῶν ἰδίων ὑμᾶς ἁγίων καὶ σῶσαι τὸν ναὸν ἑαυτοῖς, διδοὺς ἄδειάν τε ἐξόδου καὶ πίστιν σωτηρίας, εἰ δʼ ἐβούλεσθε, καὶ μάχης καιρὸν ἐν ἄλλῳ τόπῳ· 6.347πάντων ὑπερείδετε καὶ τὸν ναὸν ἰδίαις χερσὶν ἐνεπρήσατε. ἔπειτα, μιαρώτατοι, προκαλεῖσθέ με πρὸς λόγους νῦν; ἵνα τί σώσητε τοιοῦτον οἷον ἀπόλωλεν; ποίας ὑμᾶς αὐτοὺς ἀξιοῦτε μετὰ τὸν ναὸν σωτηρίας; 6.348ἀλλὰ καὶ νῦν μετὰ τῶν ὅπλων ἑστήκατε καὶ οὐδʼ ἐν ἐσχάτοις ὑποκρίνεσθε γοῦν ἱκέτας, ταλαίπωροι, τίνι πεποιθότες; 6.349οὐ νεκρὸς μὲν ὑμῶν δῆμος, οἴχεται δʼ ναός, ὑπʼ ἐμοὶ δὲ πόλις, ἐν χερσὶ δὲ ταῖς ἐμαῖς ἔχετε τὰς ψυχάς; εἶτα ὑπολαμβάνετε δόξαν ἀνδρείας τὸ δυσθανατᾶν; 6.350οὐ μὴν ἐγὼ φιλονεικήσω πρὸς τὴν ἀπόνοιαν ὑμῶν, ῥίψασι δὲ τὰ ὅπλα καὶ παραδοῦσι τὰ σώματα

-- --

χαρίζομαι τὸ ζῆν, ὥσπερ ἐν οἰκίᾳ πρᾷος δεσπότης τὰ μὲν ἀνήκεστα κολάσας, τὰ δὲ λοιπὰ σώζων ἐμαυτῷ.”



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.341 Joseph. BJ 6.347 (English) >>Joseph. BJ 6.353

Powered by PhiloLogic